Ποιοί είναι Online

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 74 επισκέπτες και κανένα μέλος

Ραδιόφωνο Ι.Μ. Καστοριάς

Δημοσιεύθηκε : Πέμπτη, 03 Ιουνίου 2010

Α Π Ο Λ Υ Τ Ι Κ Ι Α


ΑΠΟΛΥΤΙΚIΟΝ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ

Ἦχος α΄

Τὴν  σπουδήν  σου τῇ  κλήσει  κατάλληλον, ἐργασαμένη  φερώνυμε, τὴν   ὁμώνυμόν   σου  πίστιν  εἰς  κατοικίαν   κεκλήρωσαι,  Παρασκευὴ   ἀθλοφόρε·    ὅθεν  προχέεις  ἰάματα,  καὶ  πρεσβεύεις  ὑπὲρ  τῶν  ψυχῶν ἡμῶν.



ΑΠΟΛΥΤΙΚΟΝ  ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΟΔΗΓΗΤΡΙΑΣ

ΓΡΑΜΜΟΥΣΤΙΑΝΗΣ


Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.


Θετόκε Παρθένε τῶν πιστῶν Ὁδηγήτρια, Ὀρεστικοῦ Ἄργους σκέπη καί Γραμμούστης τό καύχημα ἀεὶ προσκυνοῦντες εὐλαβῶς

χαρίτων  πληρούμεθα πολλών, καὶ τῶν λυπηρῶν λυτρούμενοι ἀκλινῶς  βοῶμέν σοι, Παναγία· Δόξα τοῖς μεγαλείοις Σου, ἁγνή, δόξα τοῖς  θαυμασίοις  Σου, δόξα τῇ νυχθημέρῳ ἀρωγῇ καὶ προστασίᾳ Σου.


ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ


Ἦχος α΄.    Τῆς ἐρήμου πολίτης

Σηλυβρίας τὸν γόνον Ὀρεστίδος τὸν ἔφορον, τὸν   ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀνα-βλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


ΑΠΟΛΥΤΙΚΙΟΝ  ΤΩΝ  ΑΓΙΩΝ ΑΣΩΜΑΤΩΝ

Ἦχος   δ΄

Τῶν  οὐρανίων  στρατιῶν  Ἀρχιστράτηγοι,  δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ  τῶν πτερύγων, τῆς  ἀΰλου  ὑμῶν  δόξης, φρουροῦντες ἡμᾶς  προσπίπτοντας,  ἐκτενῶς  καὶ  βοῶντας· Ἐκ τῶν κινδύ-νων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι  τῶν  ἄνω  Δυνάμεων.


Μ Ε Γ Α Λ Υ Ν Α Ρ Ι Α




ΗΧΟΣ ΠΛ.Δ΄


ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ

Χαίροις Ἐκκλησίας ἡ λαμπηδών, καὶ τῶν ἰαμάτων πολυχεύμων ὄντως κρουνός, χαίροις προστασία, καὶ σκέπη οὐρανία, Παρασκευὴ θεόφρον, τῶν εὐφημούντων σε.


ΠΑΝΑΓΙΑΣ  ΤΗΣ  ΟΔΗΓΗΤΡΙΑΣ

Χαίροις, φύλαξ Ἄργους Ὀρεστικοῦ,Κεχαριτωμένη,Ὁδηγήτρια θαυμαστή,  χαίροις,  ἡ  ἑτοίμη προστάτις  τῶν   ἐν  πίστει μορφὴν ἀσπαζομένων,  σοῦ  ἐκτυπώματος.

ΑΓΙΟΥ  ΝΕΚΤΑΡΙΟΥ

Χάριτι θαυμάτων παρὰ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, μετὰ τέλος σου τὸ σεπτόν· ὅθεν τῶν λειψάνων, ἡ θήκη σου πηγάζει, ἰάματα ποικίλα, πάτερ τοῖς πάσχουσι.


ΤΩΝ   ΑΣΩΜΑΤΩΝ

Πρόκριτοι Δυνάμεων νοερῶν, Μιχαὴλ πρωτάρχα, καὶ λαμπρόμορφε Γαβριήλ, σὺν ταῖς οὐρανίαις, αἰτεῖτε στρατηγίαις, ἡμῖν καταπεμφθῆναι, τὸ μέγα ἔλεος.


ΑΓΙΩΝ   ΡΑΦΑΗΛ  ΕΙΡΗΝΗΣ & ΝΙΚΟΛΑΟΥ

Πάντας τοῦς προστρέχοντας εὐλαβώς, ὑμῶν τῇ πρεσβεία, πᾶσης ρύσασθε συμφοράς, Ραφαήλ Εἱρήνη, ὀμού σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν, ἡμίν αἰτούμενοι.



ΤΗΣ  ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ  ΘΕΟΤΟΚΟΥ

Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς Βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια.